Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 37.7 | Dem. 37.9 (English) | >>Dem. 37.12 |
37.8τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους . ἐκεῖνο δʼ οἶδʼ ὅτι , εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν , ὥσπερ φησίν , ὑπὸ τοῦ Εὐέργου , ἔχει δίκην ἧς ἐτιμήσατʼ αὐτός · εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς , καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρʼ ἐμοῦ τοῦ μηδʼ ἐπιδημοῦντος · εἰ δʼ ὁ Εὔεργος ἀληθῆ λέγει , σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος , ἐγὼ δʼ οὐδʼ οὕτως τῶν αὐτῶν φεύγοιμʼ ἂν δίκην εἰκότως . ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω , τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι .ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο , καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθʼ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα , καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτʼ ἐπεδήμουν ὅλως , ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθʼ ἡμῖν ἐνεκάλει , ἀκούετε τῶν μαρτύρων , ὦ ἄνδρες δικασταί .
37.10ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντʼ ἀπολωλεκὼς ὅσʼ ἔχων ἐξέπλευσα , ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα , τὸν δʼ Εὔεργον ἔχοντα καὶ κρατοῦνθʼ ὧν ἐωνήμεθα , θαυμαστῶς ὡς ἐλυπήθην , ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον · ἢ γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ , ἢ χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν , καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι · τούτων δʼ οὐδέτερον προῃρούμην .
Μάρτυρες
37.9
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 37.7 | Dem. 37.9 (English) | >>Dem. 37.12 |